Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.343 Joseph. AJ 2.349 (English) >>Joseph. AJ 3.1

2.347

Ἐγὼ μὲν οὖν ὡς εὗρον ἐν ταῖς ἱεραῖς βίβλοις οὕτως ἕκαστον τούτων παραδέδωκα· θαυμάσῃ δὲ μηδεὶς τοῦ λόγου τὸ παράδοξον, εἰ ἀρχαίοις ἀνθρώποις καὶ πονηρίας ἀπείροις εὑρέθη σωτηρίας ὁδὸς καὶ διὰ θαλάσσης εἴτε κατὰ βούλησιν θεοῦ εἴτε κατὰ ταὐτόματον, 2.348ὁπότε καὶ τοῖς περὶ τὸν Ἀλέξανδρον τὸν βασιλέα τῆς Μακεδονίας χθὲς καὶ πρῴην γεγονόσιν ὑπεχώρησε τὸ Παμφύλιον πέλαγος καὶ ὁδὸν ἄλλην οὐκ ἔχουσι παρέσχε τὴν διʼ αὐτοῦ καταλῦσαι τὴν Περσῶν ἡγεμονίαν τοῦ θεοῦ θελήσαντος, καὶ τοῦτο πάντες ὁμολογοῦσιν οἱ τὰς Ἀλεξάνδρου πράξεις συγγραψάμενοι. περὶ μὲν οὖν τούτων ὡς ἑκάστῳ δοκεῖ διαλαμβανέτω. 2.349

Τῇ δʼ ὑστεραίᾳ τὰ ὅπλα τῶν Αἰγυπτίων προσενεχθέντα τῷ στρατοπέδῳ τῶν Ἑβραίων ὑπὸ τοῦ ῥοῦ καὶ τῆς βίας τοῦ πνεύματος ἐπʼ ἐκεῖνο ἐκδιδούσης Μωυσῆς καὶ τοῦτο εἰκάσας τῇ τοῦ θεοῦ προνοίᾳ γεγονέναι, ὅπως μηδὲ ὅπλων ὦσιν ἄποροι, συναγαγὼν καὶ τούτοις σκεπάσας τοὺς Ἑβραίους ἦγεν ἐπὶ τὸ Σιναῖον ὄρος θύσων ἐκεῖ τῷ θεῷ καὶ τὰ σῶστρα τῆς πληθύος ἀποδώσων, καθὼς αὐτῷ καὶ προείρητο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.343 Joseph. AJ 2.349 (English) >>Joseph. AJ 3.1

Powered by PhiloLogic